Ο Απόστολος της Κυριακής |
Ἀδελφοί, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾿ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος.
Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, ἀφοῦ ἐλευθερωθήκατε ἀπὸ τὴν ἁμαρτίαν, ἐγίνατε δοῦλοι τῆς δικαιοσύνης. Μιλῶ κατὰ ἀνθρώπινον τρόπον ἕνεκα τῆς φυσικῆς σας ἀδυναμίας. Ὅπως δηλαδὴ παραδώσατε ἄλλοτε τὰ μέλη σας ὑπόδουλα εἰς τὴν ἀκαθαρσίαν καὶ τὴν ἀνομίαν, ποὺ συνετέλεσε εἰς τὴν ἀνομίαν σας, ἔτσι τώρα νὰ παραδώσετε τὰ μέλη σας ὑπόδουλα εἰς τὴν δικαιοσύνην, ποὺ θὰ συντελέσῃ εἰς τὸν ἁγιασμόν σας. Διότι, ὅταν ἤσαστε δοῦλοι τῆς ἁμαρτίας, ἤσαστε ἐλεύθεροι ὡς πρὸς τὴν δικαιοσύνην. Καὶ τί κέρδος εἴχατε τότε ἀπὸ τὰ ἔργα σας διὰ τὰ ὁποῖα τώρα ἐντρέπεσθε; Τὸ τέλος ἐκείνων εἶναι ὁ θάνατος.
Ἀλλὰ, τώρα ποὺ ἐλευθερωθήκατε ἀπὸ τὴν ἁμαρτίαν καὶ ὑποδουλωθήκατε εἰς τὸν Θεόν, ἔχετε κέρδος ποὺ σᾶς ὁδηγεῖ εἰς τὸν ἁγιασμόν, καὶ τελικὰ εἰς ζωὴν αἰώνιον. Διότι ὁ μισθὸς ποὺ πληρώνει ἡ ἁμαρτία εἶναι θάνατος, ἐνῶ τὸ δῶρον τοῦ Θεοῦ εἶναι ζωὴ αἰώνιος διὰ τοῦ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μας. |
(Μτθ. Η´ 5-13)
Τῷ καιρῷ ἐκείνῳ, εἰσελθόντι τῷ ᾿Ιησοῦ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ᾿Εγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. ᾿Ακούσας δὲ ὁ ᾿Ιησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ᾿Αμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ ᾿Ισραὴλ τοσαύτην πίστιν εὗρον. Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ εἶπεν ὁ ᾿Ιησοῦς τῷ ἑκατοντάρχῳ· ῞Υπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
Απόδοση στη νεοελληνικήΕκεῖνο τὸν καιρό, μόλις μπῆκε ὁ ᾿Ιησοῦς στὴν Καπερναούμ, τὸν πλησίασε ἕνας ἑκατόνταρχος καὶ τὸν παρακαλοῦσε μ᾿ αὐτὰ τὰ λόγια· «Κύριε, ὁ δοῦλος μου εἶναι κατάκοιτος στὸ σπίτι, παράλυτος, καὶ ὑποφέρει φοβερά». ῾Ο ᾿Ιησοῦς τοῦ λέει· «᾿Εγὼ θὰ ἔρθω καὶ θὰ τὸν θεραπεύσω». ῾Ο ἑκατόνταρχος τοῦ ἀποκρίθηκε· «Κύριε, δὲν εἶμαι ἄξιος νὰ σὲ δεχτῶ στὸ σπίτι μου· πὲς ὅμως μόνον ἕνα λόγο, καὶ θὰ γιατρευτεῖ ὁ δοῦλος μου. Εἶμαι κι ἐγὼ ἄνθρωπος κάτω ἀπὸ ἐξουσία, καὶ ἔχω στρατιῶτες στὴ διοίκησή μου· λέω στὸν ἕνα “πήγαινε” καὶ πηγαίνει, καὶ στὸν ἄλλο “ἔλα” καὶ ἔρχεται, καὶ στὸν δοῦλο μου “κάνε αὐτὸ” καὶ τὸ κάνει». ῞Οταν τὸν ἄκουσε ὁ ᾿Ιησοῦς, θαύμασε καὶ εἶπε σ᾿ ὅσους τὸν ἀκολουθοῦσαν· «Σᾶς βεβαιώνω πὼς τόση πίστη οὔτε ἀνάμεσα στοὺς ᾿Ισραηλίτες δὲν βρῆκα. Καὶ σᾶς λέω πὼς θά ᾿ρθουν πολλοὶ ἀπὸ ἀνατολὴ καὶ δύση καὶ θὰ καθίσουν μαζὶ μὲ τὸν ᾿Αβραάμ, τὸν ᾿Ισαὰκ καὶ τὸν ᾿Ιακὼβ στὸ τραπέζι τῆς βασιλείας τῶν οὐρανῶν, ἐνῶ οἱ κληρονόμοι τῆς βασιλείας θὰ πεταχτοῦν ἔξω στὸ σκοτάδι· ἐκεῖ θὰ κλαῖνε, καὶ θὰ τρίζουν τὰ δόντια τους». ῞Υστερα εἶπε στὸν ἑκατόνταρχο ὁ ᾿Ιησοῦς· «Πήγαινε, κι ἂς γίνει αὐτὸ ποὺ πίστεψες». Καὶ γιατρεύτηκε ὁ δοῦλος ἐκείνη τὴν ὥρα
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου