Το Αποστολικό Ανάγνωσμα
῾Εβρ. ια´ 24-26, 32-40
Αδελφοί, πίστει Μωϋσῆς μέγας γενόμενοςἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷτοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίαςἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶνΑἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦΧριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴνμισθαποδοσίαν. Καὶ τί ἔτι λέγω;
᾿Επιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶΓεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε,Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἱδιὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχονἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγονστόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐνπολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·