Πέμπτη 13 Σεπτεμβρίου 2018

Ο Απόστολος και το Ευαγγέλιο της εορτής της Υψώσεως του Τιμίου Σταυρού



ΑΠΟΣΤΟΛΟΣ Προς Κορινθίους Α΄ (α΄18–24)
Ἀδελφοί,
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.
Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.



Απόδοση στη νεοελληνική:
Ἀδελφοί,
Τὸ κήρυγμα περὶ τοῦ σταυροῦ σ’ ἐκείνους ποὺ χάνονται εἶναι μωρία, ἀλλὰ σ’ ἐμᾶς ποὺ σωζόμεθα εἶναι δύναμις Θεοῦ. Διότι εἶναι γραμμένον: Θὰ ἐξαφανίσω τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν θὰ ἐκμηδενίσω. Ποῦ εἶναι ὁ σοφός; Ποῦ ὁ γραμματεύς; Ποῦ ὁ συζητητὴς τοῦ κόσμου τούτου; Δὲν ἐμώρανε ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Διότι ἀφοῦ, κατὰ τὴν σοφίαν τοῦ Θεοῦ, ὁ κόσμος δὲν ἐγνώρισε μὲ τὴν σοφίαν του τὸν Θεόν, εὐδοκήμησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος νὰ σώσῃ ἐκείνους ποὺ πιστεύουν.
Οἱ Ἰουδαῖοι θέλουν θαύματα, οἱ δὲ Ἕλληνες ζητοῦν σοφίαν, ἐμεῖς ὅμως κηρύττομεν Χριστὸν σταυρωμένον, ὁ ὁποῖος εἰς μὲν τοὺς Ἰουδαίους εἶναι σκάνδαλον, εἰς δὲ τοὺς Ἕλληνας μωρία, ἀλλὰ σ’ ἐκείνους ποὺ εἶναι καλεσμένοι, Ἰουδαίους καὶ Ἕλληνας, ὁ Χριστὸς εἶναι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.


ΕΥΑΓΓΕΛΙΟΝ Κατά Ιωάννην (ιθ΄ 6-11, 13-20, 25-28, 30-35)
Τῷ καιρῷ εκείνῳ, συμβούλιον ἔλαβον οἱ Ἀρχιερείς καί οἱ Πρεσβύτεροι κατά τοῦ Ἰησοῦ, ὅπως αὐτόν ἀπολέσωσι. Και παρεγένοντο προς τον Πιλάτον λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν.
Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; Ἀπεκρίθη Ἰησοῦς· οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ' ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν.
Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲ Γαββαθᾶ· ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις· ἴδε ὁ βασιλεὺς ὑμῶν. Οἱ δὲ ἐκραύγασαν· ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.
Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃς λέγεται ἑβραϊστὶ Γολγοθᾶ, ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ' αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ρωμαϊστί.
Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι, ἴδε ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ' ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει· διψῶ. Σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δὲ πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς εἶπε, τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.
Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ' εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε.


Ἀπόδοση στη νεοελληνική:
Τον καιρό εκείνον, πραγματοποίησαν συμβούλιον οἱ Ἀρχιερείς καί οἱ Πρεσβύτεροι κατά τοῦ Ἰησοῦ, για να τον θανατώσουν. Και ἀπευθύνθηκαν στον Πιλᾶτον λέγοντας: «Σταύρωσέ τον, σταύρωσέ τον». Ὁ Πιλᾶτος τοὺς λέγει, «Πάρτε τον σεῖς καὶ σταυρῶστέ τον διότι ἐγὼ δὲν τοῦ βρίσκω καμμίαν βάσιν διὰ κατηγορίαν». Οἱ Ἰουδαῖοι τοῦ ἀπεκρίθησαν, «Ἐμεῖς ἔχομεν νόμον καὶ κατὰ τὸν νόμον μας ὀφείλει νὰ πεθάνῃ, διότι ἔκανε τὸν ἑαυτόν του Υἱὸν τοῦ Θεοῦ».
Ὅταν ὁ Πιλᾶτος ἄκουσε τὸν λόγον αὐτόν, ἐφοβήθηκε περισσότερον καὶ ἐμπῆκε πάλις εἰς τὸ κυβερνεῖον καὶ λέγει εἰς τὸν Ἰησοῦν, «Ἀπὸ ποῦ εἶσαι ἐσύ;». Ἀλλ’ ὁ Ἰησοῦς δὲν τοῦ ἔδωκε ἀπάντησιν. Ὁ Πιλᾶτος τοῦ λέγει, «Σ’ ἐμὲ δὲν μιλεῖς; Δὲν ξέρεις ὅτι ἔχω ἐξουσίαν νὰ σὲ ἀφήσω ἐλεύθερον;». Ἀπεκρίθη ὁ Ἰησοῦς, «Δὲν θὰ ἔχεις καμμίαν ἐξουσίαν ἐναντίον μου, ἐὰν δὲν σοῦ εἶχε δοθῆ ἄνωθεν.».
Ὅταν ἄκουσε ὁ Πιλᾶτος, ἔφερε ἔξω τὸν Ἰησοῦν, αὐτὸς δὲ ἐκάθησε εἰς τὴν δικαστικὴν ἕδραν, εἰς τόπον ποὺ λέγεται Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ. Ἦτο ἡ ἡμέρα τῆς Παρασκευῆς τοῦ Πάσχα, ὥρα δὲ περίπου ἕκτη, καὶ λέγει εἰς τοὺς Ἰουδαίους, «Νά, ὁ βασιλεύς σας». Ἐκεῖνοι ἐκραύγασαν, «Ἆρον, ἆρον, σταύρωσέ τον». Ὁ Πιλᾶτος τοὺς λέγει, «Τὸν βασιλέα σας νὰ σταυρώσω;». Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, «Δὲν ἔχομεν βασιλέα παρὰ τὸν Καίσαρα». Τότε τοὺς τὸν παρέδωκε διὰ νὰ σταυρωθῇ.
Ἐκεῖνοι ἐπῆραν τὸν Ἰησοῦν καὶ ἔφυγαν, αὐτὸς δὲ βαστάζων τὸν σταυρόν του ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, ὁ ὁποῖος Ἑβραϊστὶ λέγεται Γολγοθᾶ, ὅπου τὸν ἐσταύρωσαν καὶ μαζί του ἄλλους δύο, ἀπὸ τὸ ἕνα μέρος καὶ ἀπὸ τὸ ἄλλο, καὶ τὸν Ἰησοῦν εἰς τὸ μέσον.
Ἔγραψε δὲ ὁ Πιλᾶτος ἐπιγραφὴν καὶ τὴν ἔβαλε ἐπάνω εἰς τὸν σταυρόν· ἡ ἐπιγραφὴ ἦτο: Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τὴν ἐπιγραφὴν αὐτὴν ἀνέγνωσαν πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους, διότι ἦτο πλησίον τῆς πόλεως ὅπου ἐσταυρώθηκε ὁ Ἰησοῦς, ἦτο δὲ γραμμένη εἰςἙβραϊκήν, εἰς Ἑλληνικὴν καὶ εἰς Λατινικὴν γλῶσσαν.
Κοντὰ εἰς τὸν σταυρὸν τοῦ Ἰησοῦ ἐστέκοντο ἡ μητέρα του καὶ ἡ ἀδελφὴ τῆς μητέρας του, ἡ Μαρία ἡ σύζυγος τοῦ Κλωπᾶ καὶ ἡ Μαρία ἡ Μαγδαληνή. Ὅταν εἶδε ὁ Ἰησοῦς τὴν μητέρα του καὶ τὸν μαθητὴν ποὺ ἀγαποῦσε, νὰ στέκεται κοντά της, εἶπε εἰς τὴν μητέρα του «Γυναῖκα, νά ὁ υἱός σου». Ἔπειτα εἶπε εἰς τὸν μαθητήν, «Νά ἡ μητέρα σου». Καὶ ἀπ’ ἐκείνην τὴν ὥραν τὴν ἐπῆρε ὁ μαθητὴς στὸ σπίτι του.
Ὕστερα, ἐπειδὴ ἐγνώριζε ὁ Ἰησοῦς ὅτι ὅλα ἔχουν ἤδη ἐκτελεσθῆ, διὰ νὰ ἐκπληρωθῇ σὲ ὅλα ἡ γραφή, λέγει, «Διψῶ». Ἐκεῖ εὑρίσκετο δοχεῖον γεμάτο ξύδι. Οἱ στρατιῶται ἐγέμισαν ἕνα σφουγγάρι μὲ ξύδι, τὸ ἔβαλαν εἰς ἕνα κοντάρι καὶ τὸ ἔφεραν εἰς τὸ στόμα του. Ὄταν ὁ Ἰησοῦς ἐπῆρε τὸ ξύδι, εἶπε, «Τετέλεσται», καὶ ἀφοῦ ἔγυρε τὸ κεφάλι, παρέδωκε τὸ πνεῦμα.
Ἐπειδὴ ἦτο ἡμέρα τῆς Παρασκευῆς καὶ διὰ νὰ μὴ μείνουν τὰ σώματα εἰς τὸν σταυρὸν κατὰ τὸ Σάββατον – διότι ἦτο μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ Σαββάτου – οἱ Ἰουδαῖοι παρεκάλεσαν τὸν Πιλᾶτον νὰ συντριβοῦν τὰ σκέλη των καὶ νὰ κατεβάσουν τὰ σώματα. Ἦλθαν λοιπὸν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου συνέτριψαν τὰ σκέλη ὡς καὶ τοῦ ἄλλου ποὺ εἶχε σταυρωθῆ μαζί του. Ἀλλ’ ὅταν ἦλθαν εἰς τὸν Ἰησοῦν, εἶδαν ὅτι εἶχε ἤδη πεθάνει καὶ δὲν συνέτριψαν τὰ σκέλη του, ἀλλ’ ἕνας ἀπὸ τοὺς στρατιώτας ἐκέντησε μὲ τὴν λόγχην τὴν πλευράν του καὶ ἀμέσως ἐβγῆκε αἷμα καὶ νερό.
Ἐκεῖνος ποὺ τὸ εἶδε ἔχει δώσει μαρτυρίαν γι’ αὐτὸ καὶ εἶναι ἀληθινὴ ἡ μαρτυρία του, καὶ ξέρει ὅτι λέγει τὴν ἀλήθεια διὰ νὰ πιστέψετε καὶ σεῖς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...