Ἀδελφοί, δικαιωθέντες ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.
Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος Ἁγίου τοῦ δοθέντος ἡμῖν.
Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι᾿ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, ἀφοῦ ἐδικαιωθήκαμε διὰ τῆς πίστεως, ἔχομεν εἰρήνην μὲ τὸν Θεὸν διὰ τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, διὰ τοῦ ὁποίου ἔχομεν διὰ τῆς πίστεως καὶ τὴν εἴσοδον εἰς τὴν χάριν αὐτήν, εἰς τὴν ὁποίαν στεκόμεθα, καὶ καυχώμεθα διὰ τὴν ἐλπίδα μας εἰς τὴν δόξαν τοῦ Θεοῦ.
Ὄχι μόνον αὐτό, ἀλλὰ καυχώμεθα καὶ διᾶ τὰς θλίψεις, διότι γνωρίζομεν ὅτι ἡ θλῖψις παράγει ὑπομονήν, ἡ δὲ ὑπομονὴ δοκιμασμένον χαρακτῆρα, ὁ δὲ δοκιμασμένος χαρακτὴρ ἐλπίδα, ἡ δὲ ἐλπὶς δὲν ντροπιάζει, διότι ἡ ἀγάπη τοῦ Θεοῦ εἶναι χυμένη στὶς καρδιές μας διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου ποὺ μᾶς ἐδόθηκε.
Διότι ὅταν ἐμεῖς ἤμεθα ἀκόμη ἀδύνατοι, ὁ Χριστὸς ἐπέθανε κατὰ τὸν ὡρισμένον καιρόν, ὑπὲρ τῶν ἀσεβῶν. Διότι μετὰ δυσκολίας θὰ πεθάνῃ κανεὶς δι’ ἕνα δίκαιον· διὰ τὸν ἀγαθὸν ἴσως νὰ τολμήσῃ κανεὶς νὰ πεθάνῃ. Ὁ Θεὸς ὅμως ἀποδεικνύει τὴν ἀγάπην του σ’ ἐμᾶς μὲ τὸ ὅτι, ἐνῷ ἐμεῖς ἤμεθα ἀκόμη ἁμαρτωλοί, ὁ Χριστὸς ἐπέθανε γιὰ μᾶς. Πολὺ περισσότερον λοιπὸν ἀφοῦ ἐδικαιωθήκαμε τώρα διὰ τοῦ αἵματός του, θὰ σωθοῦμε δι’ αὐτοῦ ἀπὸ τὴν ὀργήν.
Διότι ἐάν, ὅταν ἤμεθα ἐχθροί, συμφιλιωθήκαμε μὲ τὸν Θεὸν διὰ τοῦ θανάτου τοῦ Υἱοῦ του, πολὺ περισσότερον, ἀφοῦ συμφιλιωθήκαμε, θὰ σωθοῦμε διὰ τῆς ζωῆς του.
ΕΥΑΓΓΕΛΙΟΝ Κατά Ματθαίον (στ΄ 22-33)
Εἶπεν ὁ Κύριος· ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον;
Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
Μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; Πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
Εἶπε ο Κύριος:
«Τὸ λυχνάρι τοῦ σώματος εἶναι τὸ μάτι. Ἐὰν τὸ μάτι σου εἶναι ὑγιές, ὅλον σου το σῶμα θὰ εἶναι φωτεινόν. Ἐὰν ὅμως τὸ μάτι σου ἀσθενῇ, τότε ὅλον τὸ σῶμα σου θὰ εἶναι σκοτεινόν. Ἀλλὰ ἐὰν τὸ ἐσωτερικόν σου φῶς εἶναι σκοτάδι, πόσον μεγάλο εἶναι το σκοτάδι.
Κανεὶς δὲν μπορεῖ νὰ δουλεύῃ δύο κυρίους, διότι ἢ τὸν ἕνα θὰ μισήσῃ καὶ τὸν ἄλλο θὰ ἀγαπήσῃ, ἢ εἰς τὸν ἕνα θὰ προσκολληθῇ καὶ τὸν ἄλλον θὰ καταφρονήσῃ. Δὲν μπορεῖτε νὰ δουλεύετε τὸν Θεὸν καὶ τὸν μαμωνᾶν».
«Διὰ τοῦτο σᾶς λέγω, Μὴ μεριμνᾶτε διὰ τὴν ζωήν σας τὶ θὰ φᾶτε ἢ τὶ θὰ πιῆτε, οὔτε διὰ τὸ σῶμα σας τὶ θὰ φορέσετε. Δὲν ἀξίζει ἡ ζωὴ περισσότερον ἀπὸ τὴν τροφὴν καὶ τὸ σῶμα ἀπὸ τὸ ἔνδυμα;
Κυττάξετε τὰ πτηνὰ τοῦ οὐρανοῦ, οὔτε σπείρουν οὔτε θερίζουν οὔτε ἀποθηκεύουν, καὶ ὁ Πατέρας σας ὁ οὐράνιος τὰ τρέφει. Δὲν ἔχετε σεῖς μεγαλύτερην ἀξίαν ἀπὸ αὐτά; Ποιὸς δὲ ἀπὸ σᾶς, ὅσον κι ἂν φροντίσῃ, μπορεῖ νὰ προσθέσῃ εἰς τὸ ἀνάστημά του ἕνα πῆχυν;
Και γιατὶ μεριμνᾶτε γιὰ ἐνδύματα; Παρατηρήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουν, οὔτε κοπιάζουν, οὔτε γνέθουν, ἀλλὰ σᾶς λέγω, ὅτι οὔτε ὁ Σολομὼν σὲ ὅλην του τὴν δόξαν δὲν ἐντύθηκε σὰν ἕνα ἀπὸ αὐτά. Ἐὰν τὸ χορτάρι τοῦ ἀγροῦ, ποὺ σήμερα ὑπάρχει καὶ αὔριον τὸ ρίχνουν εἰς τὸν φοῦρνον, ὁ Θεὸς τὸ ντύνει, τόσον ὡραῖα, πόσον περισσότερον ἐσᾶς, ὀλιγόπιστοι;
Μὴ μεριμνᾶτε λοιπὸν καὶ μὴ λέγετε, «Τὶ θὰ φᾶμε ἢ τὶ θὰ πιοῦμε ἢ τὶ θὰ ἐνδυθοῦμε;». Διότι ὅλα αὐτὰ τὰ ἐπιδιώκουν οἱ ἐθνικοί. Γνωρίζει ὁ Πατέρας σας ὁ οὐράνιος ὅτι ἔχετε ἀνάγκην ἀπὸ ὅλα αὐτά. Ζητᾶτε πρῶτα τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην του καὶ τότε ὅλα αὐτὰ θὰ σᾶς χορηγηθοῦν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου