Σάββατο 22 Δεκεμβρίου 2012

Ο Απόστολος κι το Ευαγγέλιο της Κυριακής 23 Δεκεμβρίου 2012 (ΠΡΟ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ)

Το Αποστολικό Ανάνωσμα (῾Εβρ. ια´ 9-10, 32-40)

Αδελφοί, πίστει παρῴκησεν ᾿Αβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; ᾿Επιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν
δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·

ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

Απόδοση:
Αδελφοί, ὁ ᾿Αβραάμ μὲ τὴν πίστη ἐγκαταστάθηκε στὴ γῆ ποὺ τοῦ εἶχε ὑποσχεθεῖ ὁ Θεός, ξένος σὲ ἄγνωστη χώρα, ζώντας σὲ σκηνὲς μὲ τὸν ᾿Ισαὰκ καὶ τὸν ᾿Ιακώβ, ποὺ κι αὐτοὶ ἦταν κληρονόμοι τῆς ἴδιας ὑποσχέσεως. Κι αὐτό, γιατὶ περίμενε τὴν πόλη ποὺ θὰ εἶχε στέρεα θεμέλια καὶ ποὺ ἀρχιτέκτονας καὶ δημιουργός της θὰ ἦταν ὁ Θεός. Χρειάζεται νὰ συνεχίσω; Δὲν θὰ μὲ πάρει ὁ χρόνος νὰ διηγηθῶ γιὰ τὸν Γεδεών, τὸν Βαράκ, τὸν Σαμψών, τὸν ᾿Ιεφθάε, τὸν Δαβίδ, τὸν Σαμουὴλ καὶ τοὺς προφῆτες. Μὲ τὴν πίστη κατατρόπωσαν βασίλεια, ἐπέβαλαν τὸ δίκαιο, πέτυχαν τὴν πραγματοποίηση τῶν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων· ἔσβησαν τὴ δύναμη τῆς φωτιᾶς, διέφυγαν τὴ σφαγή, ἔγιναν ἀπὸ ἀδύνατοι ἰσχυροί, ἀναδείχτηκαν ἥρωες στὸν πόλεμο, ἔτρεψαν σὲ φυγὴ ἐχθρικὰ στρατεύματα· γυναῖκες ξαναπῆραν πίσω στὴ ζωὴ τοὺς ἀνθρώπους τους, κι ἄλλοι βασανίστηκαν ὣς τὸν θάνατο, χωρὶς νὰ δεχτοῦν τὴν ἀπελευθέρωσή τους, γιατὶ πίστευαν ὅτι μποροῦσαν ν’ ἀναστηθοῦν σὲ μιὰ καλύτερη ζωή. ῎Αλλοι δοκίμασαν ἐξευτελισμοὺς καὶ μαστιγώσεις, ἀκόμη καὶ δεσμὰ καὶ φυλακίσεις. Λιθοβολήθηκαν, πριονίστηκαν, πέρασαν δοκιμασίες, θανατώθηκαν μὲ μαχαίρι, περιπλανήθηκαν ντυμένοι μὲ προβιὲς καὶ κατσικίσια δέρματα, ἔζησαν μὲ στερήσεις, ὑπέφεραν καταπιέσεις, θλίψεις καὶ κακουχίες - ὁ κόσμος δὲν ἦταν ἄξιος νά ᾿χει τέτοιους ἀνθρώπους- πλανήθηκαν σὲ ἐρημιὲς καὶ βουνά, σὲ σπηλιὲς καὶ σὲ τρύπες τῆς γῆς. ῞Ολοι οἱ παραπάνω, παρὰ τὴν καλὴ μαρτυρία τῆς πίστης τους, δὲν πῆραν ὅ,τι τοὺς ὑποσχέθηκε ὁ Θεός. Αὐτὸς εἶχε προβλέψει κάτι καλύτερο γιὰ μᾶς, ἔτσι ὥστε νὰ μὴ φτάσουν ἐκεῖνοι στὴν τελειότητα χωρὶς ἐμᾶς.


Το Ευαγγελικό Ανάγνωσμα (Ματθ. α´ 1-25)

Βίβλος γενέσεως ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ υἱοῦ ᾿Αβραάμ. ᾿Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ, ᾿Ισαὰκ δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ᾿Ιούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν ᾿Εσρώμ, ᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράμ, ᾿Αρὰμ δὲ ἐγέννησε τὸν ᾿Αμιναδάβ, ᾿Αμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν ᾿Ωβὴδ ἐκ τῆς ῾Ρούθ, ᾿Ωβὴδ δὲ ἐγέννησε τὸν ᾿Ιεσσαί, ᾿Ιεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν ῾Ροβοάμ, ῾Ροβοὰμ δὲ ἐγέννησε τὸν ᾿Αβιά, ᾿Αβιὰ δὲ ἐγέννησε τὸν ᾿Ασά, ᾿Ασὰ δὲ ἐγέννησε τὸν ᾿Ιωσαφάτ, ᾿Ιωσαφὰτ δὲ ἐγέννησε τὸν ᾿Ιωράμ, ᾿Ιωρὰμ δὲ ἐγέννησε τὸν ᾿Οζίαν, ᾿Οζίας δὲ ἐγέννησε τὸν ᾿Ιωάθαμ, ᾿Ιωάθαμ δὲ ἐγέννησε τὸν ῎Αχαζ, ῎Αχαζ δὲ ἐγέννησε τὸν ῾Εζεκίαν, ῾Εζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν ᾿Αμών, ᾿Αμὼν δὲ ἐγέννησε τὸν ᾿Ιωσίαν, ᾿Ιωσίας δὲ ἐγέννησε τὸν ᾿Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾿Ιεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν ᾿Αβιούδ, ᾿Αβιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελιακείμ, ᾿Ελιακεὶμ δὲ ἐγέννησε τὸν ᾿Αζώρ, ᾿Αζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν ᾿Αχείμ, ᾿Αχεὶμ δὲ ἐγέννησε τὸν ᾿Ελιούδ, ᾿Ελιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελεάζαρ, ᾿Ελεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ᾿Ιησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾿Αβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ ᾿Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾿Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ῾Αγίου. ᾿Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· ᾿Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ῾Αγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «᾿Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ», ὅ ἐστι μεθερμηνευόμενον «μεθ᾿ ἡμῶν ὁ Θεός». Διεγερθεὶς δὲ ὁ ᾿Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...