Σάββατο 2 Δεκεμβρίου 2017

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 3-12-2017 (ΙΔ' Λουκά)


ΑΠΟΣΤΟΛΟΣ  Προς Εφεσίους (ε΄ 8-19)
Ἀδελφοί, ήτε ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι.
Διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.
Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.

Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, ἤσαστε κάποτε σκοτάδι, ἂλλὰ τώρα εἶσθε φῶς ἐν Κυρίῳ· νὰ φέρεσθε σὰν παιδιὰ τοῦ φωτός –διότι ὁ καρπὸς τοῦ Πνεύματος φανερώνεται μὲ κάθε καλωσύνην, δικαιοσύνην καὶ ἀλήθειαν– νὰ ἐξετάζετε τί εἶναι εὐάρεστον εἰς τὸν Κύριον, καὶ μὴ ἐπικοινωνῆτε μὲ τὰ ἔργα τὰ ἄκαρπα τοῦ σκότους, μᾶλλον δὲ καὶ νὰ τὰ ἐλέγχετε, διότι ἐκεῖνα ποὺ γίνονται ἀπ’ αὐτοὺς κρυφὰ εἶναι ἐντροπὴ καὶ νὰ τὰ ἀναφέρῃ κανείς. Ἀλλὰ κάθε τι ποὺ ἀποκαλύπτεται ἀπὸ τὸ φῶς γίνεται φανερόν, καὶ κάθε τι ποὺ φανερώνεται εἶναι φωτεινόν.
Διὰ τοῦτο σοῦ λέγει, Σήκω ἐπάνω σὺ ποὺ κοιμᾶσαι καὶ ἀναστήσου ἀπὸ τοὺς νεκροὺς καὶ ὁ Χριστὸς θὰ σὲ φωτίσῃ. Προσέχετε λοιπὸν πῶς ἀκριβῶς φέρεσθε, ὄχι ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί, ἐπωφελούμενοι τοῦ χρόνου, διότι αἱ ἡμέραι εἶναι πονηραί.
Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἀλλὰ νὰ κατανοῆτε ποιό εἶναι τὸ θέλημα τοῦ Κυρίου. Καὶ νὰ μὴ μεθᾶτε μὲ κρασί, πρᾶγμα ποὺ εἶναι ἀσωτία, ἀλλὰ νὰ γεμίζετε ἀπὸ Πνεῦμα καὶ νὰ μιλᾶτε μεταξύ σας μὲ ψαλμούς, ὕμνους καὶ ἄσματα πνευματικά, καὶ νὰ ἄδετε καὶ ψάλλετε μὲ τὴν καρδιά σας εἰς τὸν Κύριον.


ΕΥΑΓΓΕΛΙΟΝ  Κατά Λουκάν (ιη΄ 35 - 43)
Τῷ καιρῷ εκείνω, εγένετο δὲ ἐν τῷ ἐγγίζειν Ἰησοῦν εἰς Ἱεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα.
Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με· καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυίδ, ἐλέησόν με.
Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Εγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων· τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω.
Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
 
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, καθὼς ἐπλησίαζε ὁ Ἰησοῦς εἰς τὴν Ἱεριχώ, ἕνας τυφλὸς ἐκαθότανε κοντὰ εἰς τὸν δρόμον καὶ ζητιάνευε. Ὅταν ἄκουσε νὰ περνᾷ πολὺς κόσμος, ἐρώτησε τί συμβαίνει. Τοῦ εἶπαν, ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος διαβαίνει. Τότε ἐφώναξε, «Ἰησοῦ, υἱὲ τοῦ Δαυΐδ, ἐλέησέ με».
Ἐκεῖνοι ποὺ προηγοῦντο, τὸν ἐπέπλητταν διὰ νὰ σιωπήσῃ· ἀλλὰ αὐτὸς ἐφώναζε πολὺ περισσότερον, «Υἱὲ τοῦ Δαυΐδ, ἐλέησέ με».
Ὁ Ἰησοῦς ἐσταμάτησε καὶ διέταξε νὰ τοῦ τὸν φέρουν. Ὅταν αὐτὸς ἐπλησίασε, τὸν ἐρώτησε, «Τί θέλεις νὰ σοῦ κάνω;». Ἐκεῖνος δὲ εἶπε, «Κύριε, θέλω νὰ ξαναϊδῶ».
Ὁ Ἰησοῦς τοῦ εἶπε, «Ξανάβλεψε· ἡ πίστις σου σὲ ἔσωσε». Καὶ ἀμέσως ἀπέκτησε τὸ φῶς του καὶ τὸν ἀκολουθοῦσε δοξάζων τὸν Θεόν. Καὶ ὅλος ὁ λαός, ὅταν τὸν εἶδε, ἐδόξασε τὸν Θεόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...