"Όταν ο Χριστός μας 2000 χρόνια πριν έλεγε στους μαθητές και Αποστόλους του να πάνε σ’ όλη τη γη και να διαδώσουν το Ευαγγέλιο της σωτηρίας (Ματθ. 28, 19) είναι βέβαιο ότι γνώριζε ήδη πως η ανθρώπινη εφευρετικότητα θα άνοιγε νέους ορίζοντες προκειμένου να καταργήσει τις αποστάσεις, να διευκολύνει την επικοινωνία μεταξύ των ανθρώπων και άρα να αυξήσει την διεισδυτικότητα του Θείου Λόγου.
Σήμερα μπροστά στην πραγματικότητα της απίστευτης διάδοσης των νέων τεχνολογιών και κυρίως της προσβασιμότητας στο ίντερνετ από εκατοντάδες εκατομμύρια ανθρώπων σ’ όλο τον πλανήτη είναι προφανές ότι η έννοια του ευαγγελισμού δηλαδή της διάδοσης του Λόγου του Θεού στα μήκη και τα πλάτη της γης αποκτά και νέες διαστάσεις και προοπτικές.
To internet αποτελεί ένα μοναδικό «εργαλείο» για την προσέγγιση ειδικά των νέων ανθρώπων, ένα συγκλονιστικό περιβάλλον στο οποίο οι νέες ιδέες και βέβαια οι πάντα επίκαιρες αξίες του Ευαγγελίου μπορούν να βρουν γόνιμο έδαφος να ανθίσουν".

ΑΝΑΚΟΙΝΩΣH:
ΣΑΒΒΑΤΟ 14/10 και ΠΕΜΠΤΗ 19/10 ΔΕΝ ΘΑ ΕΧΕΙ ΕΞΟΜΟΛΟΓΗΣΗ.

Δευτέρα, 13 Απριλίου 2015

Πασχάλιος Ἡμερονύκτιος Ἀκολουθία

Τήν Διακαινήσιμη ἑβδομάδα, καθώς καί κατά τήν ἡμέρα τῆς Ἀποδόσεως τοῦ Πάσχα, ἡ Ἐκκλησία μας ἀντί τῆς ἀκολουθίας τοῦ Μεσονυκτικοῦ, τῶν Ὡρῶν καί τοῦ Ἀποδείπνου, χρησιμοποιεῖ μιά σύντομη Πασχαλινή Ἀκολουθία·

Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.


Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καἰ τοῖς ἐν τοῖς μνήμασι, ζωήν χαρισάμενος (τρίς).

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τόν Σταυρόν σου Χριστέ προσκυνοῦμεν, καί τήν ἁγίαν σου Ἀνάστασιν, ὑμνοῦμεν καί δοξάζομεν· σύ γάρ εἶ Θεός ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τό ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν τήν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδού γάρ ἦλθε διά τοῦ Σταυροῦ, χαρά ἐν ὅλῳ τῷ κόσμῳ. Διά παντός εὐλογοῦντες τόν Κύριον, ὑμνοῦμεν τήν Ἀνάστασιν αὐτοῦ. Σταυρόν γάρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν (τρίς).

Προλαβοῦσαι τόν ὄρθρον αἱ περί Μαριάμ, καί εὑροῦσαι τόν λίθον, ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· Τόν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τά ἐντάφια σπάργανα· δράμετε καί τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τόν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τό γένος τῶν ἀνθρώπων.

Εἰ καί ἐν τάφῳ κατῆλθες Ἀθάνατε, ἀλλά τοῦ Ἅδου καθεῖλες τήν δύναμιν· καί ἀνέστης ὡς νικητής, Χριστέ ὁ Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος· Χαίρετε· καί τοῖς σοῖς Ἀποστόλοις, εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων Ἀνάστασιν.

Ἐν τάφῳ σωματικῶς, ἐν Ἅδου δέ μετά ψυχῆς, ὡς Θεός, ἐν Παραδείσῳ δέ μετά Ληστοῦ, καί ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετά Πατρός καί Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Δόξα.
Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καί παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγή τῆς ἡμῶν ἀναστάσεως.

Καί νῦν.
Τό τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διά σοῦ γάρ δέδοτε ἡ χαρά, Θεοτόκε, τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξίν ὑπάρχεις, πανάμωμε Δέσποινα.

Κύριε ἐλέησον (μ’). Δόξα. Καί νῦν.

Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

Ἡ ἀνωτέρω ἀκολουθία κανονικά ἐπαναλαμβάνεται τρεῖς φορές. Κατά τήν ὥρα τοῦ Ἀποδείπνου, μετά τήν τρίτη ἐπανάληψη, διαβάζουμε καί τήν ἐπόμενη εὐχή.

Εὐχή τοῦ Μεγάλου Βασιλείου.

Εὐλογητός εἶ, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τήν ἡμέραν τῷ φωτί τῷ ἡλιακῷ καί τήν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός· ὁ τό μῆκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας καί προσεγγίσαι ταῖς ἀρχαῖς τῆς νυκτός. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν καί παντός τοῦ λαοῦ σου· καί πᾶσιν ἡμῖν συγχωρήσας τά ἑκούσια καί τά ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τάς ἑσπερινάς ἡμῶν ἱκεσίας, καί κατάπεμψον τό πλῆθος τοῦ ἐλέους σου καί τῶν οἰκτιρμῶν σου ἐπί τήν κληρονομίαν σου. Τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις σου. Ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνης σου. Περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου. Φρούρησον ἡμᾶς τῇ δυνάμει σου. Ρῦσαι ἡμᾶς ἐκ πάσης περιστάσεως, καί πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου. Παράσχου δέ ἡμῖν καί τήν παροῦσαν ἑσπέραν, σύν τῇ ἐπερχομένῃ νυκτί, τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καί πάσας τάς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καί πάντων τῶν ἁγίων, τῶν ἀπ’ αἰῶνός σου εὐαρεστησάντων. Ἀμήν.

Χριστός ἀνέστη (ἐκ γ’).

 
Προσευχητάριον 
Ἀρχιμ. Παῦλος Κ. Ντανᾶς
Ἐκδόσεις «Ἄθως»
Ἀθήνα 2005

Related Posts Plugin for WordPress, Blogger...