26 ΑΥΓΟΥΣΤΟΥ 2012 † ΚΥΡΙΑΚΗ ΙΑ´ ΜΑΤΘΑΙΟΥ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος γ´.
Τὸ Ἀναστάσιμον. Ἦχος γ´.
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε
κράτος ἐν βραχίονι
αὐτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν
θάνατον· πρωτότοκος τῶν
νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ
κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Τῶν Ἁγίων. Ἦχος γ´. Θείας πίστεως.
Καὶ νῦν. Θεοτοκίον.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἀναστάσιμον. Ἦχος γ´.
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων· ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκέτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.
Καὶ νῦν. Θεοτοκίον.
Αὐτόμελον.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Καὶ νῦν. Θεοτοκίον.
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια]
Ἦχος πλ. α´.
Συναπτὴ μικρά,
μεθ᾿ ἣν ἐκφώνησις·
Ἡ Ὑπακοή. Ἦχος γ´.
Οἱ Ἀναβαθμοί. Ἦχος γ´.
Ἀντίφωνον Α´.
Ἀντίφωνον Β´.
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην
κοπιῶμεν· τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.
Ἀντίφωνον Γ´.
Οἱ φοβούμενοι τὸν
Κύριον, μακάριοι, τρίβους βαδιοῦνται τῶν ἐντολῶν,
φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν.
Προκείμενον. Ψαλμὸς Ϟε´ (95).
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν
οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (δίς)
ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Ἀναστάσιμος καὶ ὁ τοῦ Μηναίου.
ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.
Ἦχος γ´. Ὁ Εἱρμός.
Τροπάρια.
Θεοτοκίον.
Καὶ τῶν Ἁγίων ὁ παρών. Ποίημα Θεοφάνους.
ᾨδὴ α´. Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ.
Καὶ νῦν. Θεοτοκίον.
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος γ´. Ὁ Εἱρμός.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Καὶ τῶν Ἁγίων.
Ἦχος πλ. β´. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ θείου τόκου σου Ἁγνή,
πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες
ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Ἐκ τοῦ Μηναίου.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος γ´. Ἡ παρθένος σήμερον.
Ὁ Οἶκος.
Ὁ
οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν
Θεὸν ὁμοφρόνως ὑμνείτωσαν,
ὅτι τοὺς δεσμίους ἐκ
τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν· ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον,
ὡς ζωοδότης συνανελκύσας,
πρὸς οὐρανοὺς συνανυψοῖ,
καὶ καταρράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει,
τῷ θείῳ κράτει τῆς ἐξουσίας αὑτοῦ.
Συναξάριον.
Τῇ ΚϚ´ τοῦ αὐτοῦ μηνὸς
μνήμη τῶν ἁγίων Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας, καὶ τῆς συνοδίας
αὐτῶν.
*
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ
Ψάλλονται τῇ 1ῃ Αὐγούστου, ἀπὸ τῆς 6ης
μέχρι τῆς 13ης Αὐγούστου καὶ ἀπὸ τῆς 24ης Αὐγούστου μέχρι τῆς 21ης Σεπτεμβρίου.
ᾨδὴ α´. Ἦχος πλ. δ´.
ᾨδὴ γ´.
ᾨδὴ δ´.
ᾨδὴ ε´.
ᾨδὴ Ϛ´.
ᾨδὴ ζ´.
ᾨδὴ η´.
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ὁ ἱερεὺς ἀναγινώσκει
Ἑωθινὸν Α´
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἦχος β´.
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
* * *
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Καταβασία. ᾨδὴ θ´.
Συναπτὴ μικρά,
μεθ᾿ ἣν ἐκφώνησις·
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἀναστάσιμον Ἐξαποστειλάριον
Α´.
Καὶ τοῦ Μηναίου. Ὅμοιον.
Θεοτοκίον.
ΑΙΝΟΙ
Ἦχος γ´.
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί·
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος γ´.
Καὶ τοῦ Μηναίου, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Δόξα. Ἑωθινὸν Α´. Ἦχος α´.
Καὶ νῦν. Θεοτοκίον.
* * *
Καὶ εὐθὺς ψάλλεται
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ
Τὰ Τυπικά, οἱ Μακαρισμοί,
Εἰ δὲ μή, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α´.
Ἦχος β´. Ψαλμὸς ρβ´ (102).
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
Ἀντίφωνον Β´.
Ἦχος β´. Ψαλμὸς ρμε´ (145).
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
Ἀντίφωνον Γ´.
Ἦχος ὁ τυχών. Ψ. ριζ´ (117).
Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος
β´.
* * *
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
Τὸ Ἀπολυτίκιον τῶν Ἁγίων.
Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον τοῦ Γενεσίου τῆς ὑπερ. Θεοτόκου.
Ἦχος δ´. Αὐτόμελον.
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
ΑΠΟΣΤΟΛΟΣ
Κυριακῆς ΙΒ´ ἑβδομάδος ἐπιστολῶν.
Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου.
Προκείμενον. Ἦχος γ´. (Ψαλμὸς μστ´).
(ιε´ 1-11)
Ἀλληλούϊα (γ´). Ἦχος γ´. (Ψαλμὸς
λ´).
* * *
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς ΙΒ´ Ματθαίου
Ἐκ τοῦ κατὰ Ματθαῖον (ιθ´ 16-26).
Καὶ γίνεται τὸ
κήρυγμα τοῦ θείου λόγου.
* * *
Καὶ καθεξῆς ἡ
Θεία Λειτουργία
Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…
Κοινωνικόν.
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…
Ἦχος β´.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Ἀδριανοῦ καὶ Ναταλίας τῶν μαρτύρων (δ´ αἰ.).
Ἦχος γ´. Ἑωθινὸν α´.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος γ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν...
Στίχ. β´. Πάντα τὰ ἔθνη
ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν...
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο
αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος γ´.
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε
κράτος ἐν βραχίονι
αὐτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν
θάνατον· πρωτότοκος τῶν
νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ
κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Τῶν Ἁγίων. Ἦχος γ´. Θείας πίστεως.
Ἀναφαίρετον, ὄλβον ἡγήσω,
τὴν σωτήριον πίστιν τρισμάκαρ· καταλιπὼν τὴν πατρῴαν ἀσέβειαν, καὶ
τῷ Δεσπότῃ κατ᾿ ἴχνος ἑπόμενος, κατεπλουτίσθης ἐνθέοις χαρίσμασιν·
Ἀδριανὲ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
(ἑτέρα κατάληξις· ὁμοῦ σὺν Ναταλίᾳ
τῇ θεόφρονι.).
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε
Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ
Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος...
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἀναστάσιμον. Ἦχος γ´.
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων· ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκέτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.
Δόξα.
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου, ἐξέτεμες
τῇ ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ᾿ αὐτοῦ ἐνίσχυσας, τῆς
ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος. Ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον.
Αὐτόμελον.
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου,
ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ
καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Τὸ ἀναλλοίωτον τὸ τῆς θεότητος, καὶ
τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς,
ὁ ᾅδης ἐπωδύρετο· Τρέμω τὴν τοῦ σώματος,
μὴ φθαρεῖσαν ὑπόστασιν· βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ ἀναστάσει σου.
Δόξα.
Τὸ ἀκατάληπτον τὸ τῆς σταυρώσεως, καὶ
ἀνερμήνευτον τὸ τῆς ἐγέρσεως,
θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον μυστήριον· σήμερον
γὰρ θάνατος, καὶ ὁ ᾅδης ἐσκύλευται,
γένος δὲ ἀνθρώπινον, ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα
Χριστὲ τῇ ἀναστάσει σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν
ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ· μίαν καὶ ἀσύγχυτον,
τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ τόκῳ σου, ἐν
τῷ κόσμῳ δοξάζεσθαι· διὸ
καὶ εὐχαρίστως βοῶμέν
σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια]Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἀγγέλων ὁ
δῆμος * κατεπλάγη ὁρῶν σε *
ἐν νεκροῖς λογισθέντα, * τοῦ
θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν
Ἀδὰμ ἐγείραντα * καὶ
ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα *
συμπαθῶς τοῖς δάκρυσιν, * ὦ
μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν
τάφον καὶ ἥσθητε· *
ὁ Σωτὴρ γὰρ *
ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· *
ἀλλ᾿ ἐπέστη * πρὸς
αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς *
πέπαυται· μὴ κλαίετε· * τὴν
ἀνάστασιν δὲ *
ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο, ἀγγέλου *
πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν *
τὸν ζῶντα λογίζεσθε; * ὡς
Θεὸς γὰρ * ἐξανέστη
τοῦ μνήματος.
Δόξα Πατρὶ καὶ
Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα * καὶ
τὸν τούτου Υἱόν τε * καὶ
τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω,
Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας·
* χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης
παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ
ἐκ σοῦ σαρκωθεὶς * Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
Συναπτὴ μικρά,
μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι ηὐλόγηταί
Σου...
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑπακοή. Ἦχος γ´.
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων
τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς Μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν
μνήματι; ἠγέρθη κενώσας
τὰ μνήματα· τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν
ἀναλλοίωτον· εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.
Οἱ Ἀναβαθμοί. Ἦχος γ´.
Ἀντίφωνον Α´.
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ
Βαβυλῶνος, κἀμὲ ἐκ τῶν παθῶν, πρὸς ζωὴν ἕλκυσον Λόγε.
Ἐν
τῷ νότῳ οἱ σπείροντες, δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει· ἐν
ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.
Ἀντίφωνον Β´.
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην
κοπιῶμεν· τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.
Τοῦ καρποῦ τῆς
γαστρός, τῷ Πνεύματι υἱοποιητῶς
σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε
εἰσί.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης, σοφία· οὐσιοῖ πᾶσαν
γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν,
Θεὸς γὰρ ὡς Πατρί τε, καὶ Λόγῳ.
Ἀντίφωνον Γ´.
Οἱ φοβούμενοι τὸν
Κύριον, μακάριοι, τρίβους βαδιοῦνται τῶν ἐντολῶν,
φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν.
Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν
σου ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς
δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ
κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.
Προκείμενον. Ψαλμὸς Ϟε´ (95).
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν
οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (δίς)
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν,
ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Εἴπατε ἐν τοῖς ἔθνεσιν...
ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Ἀναστάσιμος καὶ ὁ τοῦ Μηναίου.ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.
Ἦχος γ´. Ὁ Εἱρμός.
Ὁ
τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν, Ἰσραηλίτῃ
λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὁ
τὴν γῆν κατακρίνας τῷ
παραβάντι, ἱδρῶτος φέρειν
καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ
παρανόμου χειρός, οὗτος ὁ
Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος,
τὴν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Νικητὴς τροπαιοῦχος
κατὰ θανάτου, ὁ θάνατον
δεδυκὼς ἀνεδείχθη· παθητὴν
σάρκα γὰρ ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς
τῷ τυράννῳ, πάντας συνανέστησεν,
ὅτι δεδόξασται.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀληθῆ Θεοτόκον πάντα τὰ ἔθνη, δοξάζει σε τὴν
ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν
σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ᾿ ἡμᾶς οὐσιώθη, καὶ Θεὸς καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.
Καὶ τῶν Ἁγίων ὁ παρών. Ποίημα Θεοφάνους.
ᾨδὴ α´. Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ,
πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐν τῇ νυκτί με τοῦ βίου
ὕπνῳ δεινῷ, συσχεθέντα πράξεσι, μετανοίας πρὸς τὸ φῶς, ὁ Θεὸς ἐξέγειρον
εὐχαῖς, τῶν Μαρτύρων σου Χριστὲ ἵνα δοξάζω σε.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ,
πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀπὸ χειλέων σταζόντων
τὸν γλυκασμόν, τῆς ἐνθέου γνώσεως, γλυκανθεὶς Ἀδριανέ, τὸν ἰὸν ἐξήμεσας
τῆς πρίν, ἀγνωσίας ἀληθῶς θεομακάριστε.
Δόξα.
Ἀνατολῆς λαμπροτέραν
ἡλιακῆς, τὴν ψυχὴν ὡς ἔχουσα, τῆς ἀθλήσεως πρὸς φῶς, συνωθεῖς ὁμόζυγον
τὸν σόν, Ναταλία γυναικῶν τὸ ἐγκαλλώπισμα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν σεαυτῆς δεξαμένη
Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον
Ἁγνή, τῶν κτισμάτων ἀληθῶς ἐδείχθης Δέσποινα.
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος γ´. Ὁ Εἱρμός.
Ὁ
ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα
Πνεύματι, Παντοκράτορ ὕψιστε,
ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε·
ταπεινῶν ὑψώθη δέ, Χριστὲ
τὸ κέρας ἐν τῇ σῇ ἀναστάσει.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τῆς εὐσεβείας τὸ
κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας Φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας
φέγγος.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δεδοξασμένα λελάληνται
περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα,
τοῖς ἐπὶ γῆς Θεὸς
συνανεστράφη.
Καὶ τῶν Ἁγίων.
Ἦχος πλ. β´. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ,
πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Δεσμὰ φυγὼν εἰδωλικῆς, ματαιότητος Μάρτυς, συνεδέθης
τῷ πόθῳ, τῆς ἀγάπης τοῦ Χριστοῦ· καὶ τοῖς δεσμοῖς τῶν αὐτοῦ, ἀθλοφόρων,
χαίρων ἐκοινώνησας.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ,
πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μοχλῷ τὰ σκέλη σιδηρῷ,
συνθλαττόμενοι πάντες, Ἀθλοφόροι Κυρίου, ἀσεβείας τὰ ὀστᾶ, ὑπομονῆς
τῷ μοχλῷ, καὶ ἀνδρείας, ὄντως συνετρίψατε.
Δόξα.
Πυρὶ ἀγάπης θεϊκῆς,
τὴν ψυχὴν φλεγομένη, τοῦ συζύγου ἐξῆψας, τὸν ἔρωτα εἰς Χριστόν, τὸν
πόθον τὸν τῆς σαρκός, Ναταλία, τέλεον μισήσασα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ θείου τόκου σου Ἁγνή,
πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες
ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι
σὺ εἶ ὁ Θεὸς ἡμῶν...
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Ἐκ τοῦ Μηναίου.Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν Μαρτύρων τοῖς πόνοις
περιπλακείς, καὶ ἀνδρείως τῇ πίστει καθοπλισθείς, προθύμως ἀνέθηκας,
σεαυτὸν τῷ Κυρίῳ σου· καὶ τοῦ ἐχθροῦ κατέβαλες, τὸ θράσος τῇ χάριτι,
Ἀδριανὲ παμμάκαρ, Χριστοῦ Μάρτυς ἔνδοξε· ὅθεν Ναταλία, ἐναθλοῦντα
ὁρῶσα, ἐπήλειφε λόγοις σε, σωτηρίοις πανεύφημε. Διὰ τοῦτο βοῶμέν
σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παναγία Παρθένε Μῆτερ
Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον δέομαι, καὶ συγγνώμην
παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ
σῶμα, μολύνας ὁ ἄθλιος. Οἴμοι! τί ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα
οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε
Δέσποινα βοήθειά μου γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα,
ὁ δοῦλός σου ἄχραντε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ
γὰρ εἶ ὁ Βασιλεύς...
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.Κοντάκιον. Ἦχος γ´. Ἡ παρθένος σήμερον.
Ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ
ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ
θανάτου· σήμερον Ἀδὰμ χορεύει,
καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται
σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.
Ὁ Οἶκος.
Ὁ
οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν
Θεὸν ὁμοφρόνως ὑμνείτωσαν,
ὅτι τοὺς δεσμίους ἐκ
τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν· ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον,
ὡς ζωοδότης συνανελκύσας,
πρὸς οὐρανοὺς συνανυψοῖ,
καὶ καταρράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει,
τῷ θείῳ κράτει τῆς ἐξουσίας αὑτοῦ.
Συναξάριον.
Τῇ ΚϚ´ τοῦ αὐτοῦ μηνὸς
μνήμη τῶν ἁγίων Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας, καὶ τῆς συνοδίας
αὐτῶν.
Στίχ. Ἀδριανοῦ τέμνουσι χεῖρας καὶ πόδας
Χεῖρες πονηρῶν, ὧν φονοδρόμοι πόδες.
Χεῖρες πονηρῶν, ὧν φονοδρόμοι πόδες.
Ἐν τῷ βίῳ σύνευνος, ἐν δὲ
τῷ πόλῳ
Ἀδριανῷ σύσκηνος ἡ Ναταλία.
Ἀδριανῷ σύσκηνος ἡ Ναταλία.
Ἀδριανὸς τμήθη χεῖρας πόδας
εἰκάδι ἕκτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ συναθλήσαντες
τῷ Ἁγίῳ Ἀδριανῷ ξίφει τελειοῦνται.
Στίχ. Τέμνουσιν ἀνδρῶν εἰκοσιτριῶν ἄκρα,
Τὰ τετράκις τοσαῦτα χεῖρας καὶ πόδας.
Τὰ τετράκις τοσαῦτα χεῖρας καὶ πόδας.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν
ἁγίων Μαρτύρων Ἀττικοῦ καὶ Σισινίου· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰβιστίωνος.
Στίχ. Συσταδιοδρομοῦσιν Ἀθληταὶ δύο,
Ξίφους δραμόντες στάδιον κουφοδρόμως.
Ξίφους δραμόντες στάδιον κουφοδρόμως.
Ῥυφθεὶς ὑσσώπῳ δακρύων Ἰβιστίων,
Εὔθυμος εἰς ἄδακρυν χωρίον.
Εὔθυμος εἰς ἄδακρυν χωρίον.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη ἑτέρου
Μάρτυρος Ἀδριανοῦ.
Στίχ. Ἀδριανὸν τμηθέντα κοσμήσει στέφος,
Ἐν τῇ μεγίστῃ τῶν στεφάνων ἡμέρᾳ.
Ἐν τῇ μεγίστῃ τῶν στεφάνων ἡμέρᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη
τοῦ Ὁσίου Ἰωάσαφ, υἱοῦ Ἀβενὴρ τοῦ βασιλέως· καὶ μνήμη τοῦ πνευματικοῦ
Πατρὸς αὐτοῦ Βαρλαάμ.
Στίχ. Ζήλῳ τὰ βασίλεια παμβασιλέως
ᾬκησεν υἱὸς γηίνου βασιλέως.
ᾬκησεν υἱὸς γηίνου βασιλέως.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος
Τιθόης ἐν εἰρήνῃ τελειοῦται.
Στίχ. Οὐκ εἶχεν, οἶμαι, σάρκα Τιθόης ὅλως·
Κἂν εἶχε, τήξας, οὐκ ἐᾷ βρῶσιν τάφῳ.
Κἂν εἶχε, τήξας, οὐκ ἐᾷ βρῶσιν τάφῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαξίμου Ἀρχιεπισκόπου Ἱεροσολύμων τοῦ
Ὁμολογητοῦ.
Στίχ. Μάξιμος θύτης καὶ Μάρτυς τοῦ Κυρίου,
Διδοὺς Αὐτῷ πίστιν, ὀφθαλμοὺς καὶ χεῖρα.
Διδοὺς Αὐτῷ πίστιν, ὀφθαλμοὺς καὶ χεῖρα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῶν Ὁσίων Ἀδριανοῦ Κτίτορος τῆς Μονῆς Ὀντρούσσωφ καὶ Κυπριανοῦ τῆς
Σταρόϊκα, τοῦ πρῴην λῃστοῦ.
Στίχ. Ἀνὴρ ἐφάνη κατ᾿ ἐχθρῶν φιλομάρτυς,
Χύσας ἱδρῶτας Ἀδριανὸς καὶ αἷμα.
Χύσας ἱδρῶτας Ἀδριανὸς καὶ αἷμα.
«Ὤ! τοῦ μεγέθους Δεσπότου
εὐσπλαγχνίας!»,
Ὁ ἐκ τῶν λῃστῶν Κυπριανὸς κηρύττει.
Ὁ ἐκ τῶν λῃστῶν Κυπριανὸς κηρύττει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ Ὁσίου Ἀδριανοῦ τοῦ ἐν Οὔγκλιτς.
Στίχ. Ἀδρὸς τοὺς ἄθλους Ἀδριανὸς ἐφάνη,
Καὶ ἀδρὰν λαμβάνει ἐκ Κυρίου χάριν.
Καὶ ἀδρὰν λαμβάνει ἐκ Κυρίου χάριν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις
τῆς Μετακομιδῆς τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας ἐκ Βλαδιμὶρ
εἰς Μόσχαν, καθ᾿ ἣν παρὰ πᾶσαν ἐλπίδα διεσώθη αὕτη ἐκ τῆς τῶν Μογγόλων
ἐπιδρομῆς ἐν ἔτει ͵ατϞε´ (1395).
Στίχ. Ἔσωσε λαὸν τοῦ Φιλανθρώπου Μήτηρ,
Λαὸν τῆς Μόσχας, ἡ Βλαδιμὶρ τὸ κλέος.
Λαὸν τῆς Μόσχας, ἡ Βλαδιμὶρ τὸ κλέος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῆς Ὁσίας Μαρίας τοῦ Ντιβιέγεβο, τῆς κατὰ Χριστὸν σαλῆς.
Στίχ. Ὄντως ἀγαθὴν μερίδα ἐξελέξω,
Εἰ καὶ σκληράν, Ντιβιέγεβο Μαρία.
Εἰ καὶ σκληράν, Ντιβιέγεβο Μαρία.
*
Τῇ αὐτῇ ἡμέρᾳ, τελευταίᾳ
Κυριακῇ τοῦ μηνὸς Αὐγούστου, Σύναξιν ἐπιτελοῦμεν πάντων τῶν Εὐρυτάνων
Ἁγίων, ἤτοι τῶν ἀθλήσει καὶ ἀσκήσει διαλαμψάντων Ἐνδόξων Νεομαρτύρων
ὡς καὶ Ὁσίων Ἀνδρέου, Μιχαήλ, Δαμιανοῦ, Σεραφεὶμ Ἐπισκόπου Φαναρίου,
Νικολάου, Κυπριανοῦ, Εὐγενίου, Ῥωμανοῦ, Γερασίμου, Κοσμᾶ τοῦ Ἰσαποστόλου,
Ἰωάννου τοῦ ἐξ Ἀγαρηνῶν καὶ Ἀκακίου τοῦ Νέου.
Στίχ. Εὐρυτανία γέραιρε σοὺς υἱέας
Χριστὸν μεγαλύνοντας οἰκείοις πόνοις.
Χριστὸν μεγαλύνοντας οἰκείοις πόνοις.
Ὁμήγυριν θεουδῆ Εὐρυτάνων
ὑμνέω Ἁγίων.
Ἔτι δὲ καὶ Σύναξις τῶν
ἐπιτελεσθέντων ἐν διαφόροις καιροῖς θαυμάτων τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Ἰσιδώρου τοῦ Πηλουσίωτου ἐν τῷ αὐτοῦ τεμένει τῷ κειμένῳ ἐν τῇ Κώμῃ
Ἄνω Κορακιάνα τῆς νήσου Κερκύρας.
Στίχ. Κηρύττουσα σὰ θαύματα ὕμνων μύροις
Κορακιάνα ῥαίνει σε, Ἰσίδωρε Πάτερ.
Κορακιάνα ῥαίνει σε, Ἰσίδωρε Πάτερ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ
Ψάλλονται τῇ 1ῃ Αὐγούστου, ἀπὸ τῆς 6ης
μέχρι τῆς 13ης Αὐγούστου καὶ ἀπὸ τῆς 24ης Αὐγούστου μέχρι τῆς 21ης Σεπτεμβρίου.
ᾨδὴ α´. Ἦχος πλ. δ´.
Σταυρὸν χαράξας Μωσῆς
* ἐπ᾿ εὐθείας ῥάβδῳ, * τὴν Ἐρυθρὰν διέτεμε * τῷ Ἰσραὴλ πεζεύσαντι· *
τὴν δὲ ἐπιστρεπτικῶς * Φαραὼ τοῖς ἅρμασι
* κροτήσας ἥνωσεν, * ἐπ᾿ εὔρους διαγράψας * τὸ ἀήττητον ὅπλον· *
διὸ Χριστῷ ᾄσωμεν, * τῷ Θεῷ ἡμῶν, ὅτι
δεδόξασται.
ᾨδὴ γ´.
Ῥάβδος εἰς τύπον * τοῦ μυστηρίου παραλαμβάνεται· * τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· * τῇ στειρευούσῃ δὲ πρῴην * Ἐκκλησίᾳ νῦν ἐξήνθησε * ξύλον Σταυροῦ *
εἰς κράτος καὶ στερέωμα.
ᾨδὴ δ´.
Εἰσακήκοα, Κύριε, * τῆς οἰκονομίας σου τὸ μυστήριον, * κατενόησα τὰ ἔργα σου * καὶ ἐδόξασά σου τὴν θεότητα.
ᾨδὴ ε´.
Ὦ τρισμακάριστον Ξύλον!
* ἐν ᾧ ἐτάθη Χριστός, * ὁ βασιλεὺς καὶ Κύριος· * δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, * τῷ ἐν σοὶ δελεασθεὶς *
Θεῷ τῷ προσπαγέντι σαρκί, * τῷ παρέχοντι
* τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
ᾨδὴ Ϛ´.
Νοτίου θηρὸς ἐν σπλάγχνοις
* παλάμας Ἰωνᾶς *
σταυροειδῶς διεκπετάσας, * τὸ σωτήριον
πάθος * προδιετύπου σαφῶς· * ὅθεν τριήμερος ἐκδύς, * τὴν ὑπερκόσμιον ἀνάστασιν * ὑπεζωγράφησε *
τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ *
καὶ τριημέρῳ ἐγέρσει * τὸν κόσμον φωτίσαντος.
ᾨδὴ ζ´.
Ἔκνοον πρόσταγμα * τυράννου δυσσεβοῦς *
λαοὺς ἐκλόνησε, * πνέον ἀπειλῆς * καὶ δυσφημίας θεοστυγοῦς· * ὅμως τρεῖς παῖδας *
οὐκ ἐδειμάτωσε * θυμὸς θηριώδης, * οὐ πῦρ βρόμιον· *
ἀλλ᾿ ἀντηχοῦντι * δροσοβόλῳ πνεύματι
* πυρὶ συνόντες ἔψαλλον· * Ὁ ὑπερύμνητος *
τῶν πατέρων καὶ ἡμῶν * Θεός, εὐλογητὸς
εἶ.
ᾨδὴ η´.
Αἰνοῦμεν, εὐλογοῦμεν,
καὶ προσκυνοῦμεν
τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, παῖδες, * τῆς Τριάδος ἰσάριθμοι, * δημιουργὸν Πατέρα Θεόν· * ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον * καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· * καὶ ὑπερυψοῦτε *
τὸ πᾶσι ζωὴν παρέχον * Πνεῦμα πανάγιον
εἰς τοὺς αἰῶνας.
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ὁ διάκονος·
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε,
ἐλέησον.
Ὁ ἱερεύς·
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...
Ἀμήν.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.
Στίχ. Αἰνεῖτε
τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως
αὐτοῦ.
Αἰνεσάτω
πνοὴ… πᾶσα τὸν Κύριον.
Ὁ διάκονος·
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου
Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον. (γ´)
Ὁ διάκονος·
Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς·
Εἰρήνη πᾶσι.
Καὶ
τῷ Πνεύματί σου.
Ὁ ἱερεύς·
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος·
Πρόσχωμεν.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει
τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
Ἑωθινὸν Α´
Ἐκ τοῦ κατὰ Ματθαῖον (κη´ 16-20).
Τῷ καιρῷ ἐκείνῳ,
οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν
εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ
Ἰησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν.
Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία
ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν
μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα
ἐνετειλάμην ὑμῖν· καὶ
ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς
ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
Δόξα σοι, Κύριε, δόξα
σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι,
* προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν,
* τὸν μόνον ἀναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡμῶν, *
ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά
σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ
προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν
ἀνάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ
Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν.
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς
κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν
Ἐλεῆμον.
Ἦχος β´.
Ἐλέησόν με, ὁ Θεός,
κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον
τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ
τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ
πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις
συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ,
καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν
σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ
τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν
τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς
σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ
Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην
σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα
συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς
οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν
τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν
δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ
τὸ θυσιαστήριόν σου μόσχους.
Ἐν Κυριακῇ προστίθεται εἰς
τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός.
Δόξα.
Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη *
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη *
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
Στίχ. Ἐλέησόν με, ὁ Θεός,
κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον
τὸ ἀνόμημά μου.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ
τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν *
τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος.
Σῶσον, ὁ Θεός, τὸν λαόν
Σου... Κύριε, ἐλέησον (ιβ´). Ἐλέει
καὶ οἰκτιρμοῖς... Ἀμήν.
* * *
Ὁ διάκονος·
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Στίχ. α´. Μεγαλύνει ἡ
ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί
μου.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ
* καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, *
σὲ μεγαλύνομεν.
Στίχ. β´. Ὅτι ἐπέβλεψεν
ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί
με πᾶσαι αἱ γενεαί.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. γ´. Ὅτι ἐποίησέ
μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ
εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. δ´. Ἐποίησε κράτος
ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. ε.´ Καθεῖλε δυνάστας
ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ
πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ
παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν,
τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Καταβασία. ᾨδὴ θ´.
Μυστικὸς εἶ, Θεοτόκε,
παράδεισος, * ἀγεωργήτως βλαστήσασα
Χριστόν, * ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ * ζωηφόρον ἐν γῇ *
πεφυτούργηται δένδρον· * δι᾿ οὗ νῦν ὑψουμένου,
* προσκυνοῦντες αὐτόν, * σὲ μεγαλύνομεν.
Συναπτὴ μικρά,
μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι
σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε
τῷ ὑποποδίῳ τῶν
ποδῶν αὐτοῦ, … ὅτι
ἅγιός ἐστιν.
Ἀναστάσιμον Ἐξαποστειλάριον
Α´.
Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας,
πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν
ἄνω καὶ κάτω· μάθωμεν πῶς
διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα, τοῦ Πατρός,
ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ Ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς μύσταις ὡς ὑπέσχετο,
ἕως τῆς συντελείας.
Καὶ τοῦ Μηναίου. Ὅμοιον.
Ἀδριανὸς ὁ πάνσοφος,
καὶ ἀήττητος Μάρτυς, ὡς ἀθλητῶν ἑδραίωμα, παρ᾿ ἡμῶν δοξαζέσθω, σὺν
τῇ σεπτῇ Ναταλίᾳ· τούτοις τε συνεκλάμπει, Μαρτύρων δῆμος ἅγιος, φάλαγξ
τροπαιοφόρος· ὧν τὴν λαμπράν, ἐκτελοῦντες μνήμην τούτους ὑμνοῦμεν·
καὶ γὰρ αὐτοὶ πρεσβεύουσι, τῷ Χριστῷ ὑπὲρ πάντων.
Θεοτοκίον.
Σὲ προστασίαν ἄμαχον,
καὶ φρουρὰν Παναγία, καὶ σκέπην καὶ κραταίωμα, καὶ ἀπόρθητον τεῖχος,
καὶ ἀῤῥαγῆ σωτηρίαν, καὶ ὀχύρωμα θεῖον, ὁ κόσμος ἅπας κέκτηται, ἐν
ἀνάγκαις ποικίλαις. Ἀλλ᾿ ὦ Θεοῦ, τοῦ παμβασιλέως Μῆτερ καὶ δούλη, σῴζοις
κἀμὲ τὸν δοῦλόν σου, ἐκ παντοίων κινδύνων.
ΑΙΝΟΙ
Ἦχος γ´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν
Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες
οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει
ὕμνος τῷ Θεῷ.
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί·
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος γ´.
Στίχ. α´. Τοῦ
ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ
φρικτοῦ μυστηρίου τὴν δύναμιν·
Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη
δι᾿ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη,
καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ
σῶσαι τὰ σύμπαντα. Αὐτὸν
προσκυνήσωμεν.
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς
δυνάμεως αὐτοῦ.
Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς
ματαιότητος, πληρῶσαν δώρων τὴν
δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον
τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον
ἡμᾶς.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις
αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ
πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς ἀναστάσεως τὴν
πεῖραν εἰληφότα· Μαρία γὰρ
ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν,
εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν
νεκρῶν; οὐκ ἔστιν ᾧδε, ἀλλ᾿ ἐγήγερται, καθὼς εἶπε, προάγων
ἐν τῇ Γαλιλαίᾳ.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος·
αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Ἐν
τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης
γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ
γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον. Ἐλέησον
ἡμᾶς.
Καὶ τοῦ Μηναίου, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ
χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς
καὶ ὀργάνῳ.
Ἀδριανὲ γενναιότατε,
τῆς τοῦ Δεσπότου φωνῆς, πληρωτὴς ἐχρημάτισας, κοσμικὴν τερπνότητα,
ἀποθέμενος ἅπασαν· καὶ τὸν Σταυρὸν ἐπ᾿ ὤμων ἀράμενος, τῶν παθῶν τούτου,
κοινωνὸς γέγονας· ἐν ἀμφοτέροις γάρ, ὤφθης ὄντως δόκιμος· ὅθεν πιστοί,
σήμερον γεραίρομεν, τὴν θείαν μνήμην σου.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω
τὸν Κύριον.
Ἀδριανὲ γενναιότατε,
...
Στίχ. ζ´. Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Ἀδριανὲ καρτερώτατε,
πελάγει τῶν αἰκισμῶν, συνεχῶς κυματούμενος, πηδαλιουχοῦσάν σε,
σοῦ τὴν σύνοικον ἔσχηκας, καὶ πρὸς γαλήνης ὅρμον ἰθύνουσαν, τῇ ἄνω
πόλει προσεμβιβάζουσαν· ἐν ᾗ πανεύφημε, Μάρτυς αὐλιζόμενος, ὑπὲρ
ἡμῶν, πρέσβευε δεόμεθα, τῶν εὐφημούντων σε.
Στίχ. η´. Τοῖς ἁγίοις
τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μέχρι δεσμῶν καὶ στρεβλώσεων,
καὶ τῶν μελῶν ἐκκοπῆς, καρτερῶς ἀνθιστάμενοι, τὰς ψυχὰς τῷ κτίσαντι,
ἀποδόντες εἰλήφατε, τὴν αἰωνίαν ὄντως ἀνάπαυσιν, καὶ τὴν ἀγήρω
μακαριότητα. Ὢ ἧς ἐτύχετε, θείας ἀντιδόσεως παρὰ Χριστοῦ, Μάρτυρες
πανένδοξοι, σεβασμιώτατοι!
Δόξα. Ἑωθινὸν Α´. Ἦχος α´.
Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγομένοις,
διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος· καὶ
προσκυνήσαντες αὐτόν, καὶ
τὴν δοθεῖσαν ἐξουσίαν, πανταχοῦ διδαχθέντες,
εἰς τὴν ὑπ᾿ οὐρανὸν ἐξαπεστέλλοντο, κηρῦξαι τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς
ἀποκατάστασιν· οἷς καὶ συνδιαιωνίζειν, ὁ
ἀψευδὴς ἐπηγγείλατο, Χριστὸς
ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις,
* Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, *
ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται,
* καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
* * *
Καὶ εὐθὺς ψάλλεται
εἰς τὸν ἦχον τῆς Κυριακῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ
φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, *
ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, *
προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι *
διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, *
Πάτερ παντοκράτορ· * Κύριε Υἱὲ μονογενές,
* Ἰησοῦ Χριστέ, *
καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, *
ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν
τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν,
* ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος,
* σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, *
εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω
σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
* καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ *
ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε,
* ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε·
* δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ´)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. *
Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, *
ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον·
* δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς·
* ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός
σου * τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, *
ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ
ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός,
* ἅγιος
ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´.
Σήμερον σωτηρία τῷ
κόσμῳ γέγονεν· * ᾄσωμεν τῷ ἀναστάντι
ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα
δόξα…
Τὰ Τυπικά, οἱ Μακαρισμοί,
καὶ ἐκ τῶν Κανόνων ἡ γ´ καὶ ἡ Ϛ´ ᾠδή.
Εἰ δὲ μή, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α´.
Ἦχος β´. Ψαλμὸς ρβ´ (102).
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν
Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν
Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας
τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου...
Στίχ. γ´. Κύριος
ἐν τῷ οὐρανῷ ἡτοίμασε
τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου...
Στίχ. δ´. Εὐλογεῖτε τὸν
Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου...
Δόξα. Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου...
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι
σὸν τὸ κράτος...
Ἀντίφωνον Β´.
Ἦχος β´. Ψαλμὸς ρμε´ (145).
Στίχ. α´. Αἴνει, ἡ
ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου·
ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ
ἀναστὰς ἐκ νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Μακάριος, οὗ
ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. γ´. Τὸν ποιήσαντα
τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς
γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Δόξα. Καὶ νῦν.
Ὁ μονογενὴς Υἱὸς καὶ
Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος *
διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι
ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου
Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡμᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι
ἀγαθὸς καὶ φιλάνθρωπος...
Ἀντίφωνον Γ´.
Ἦχος ὁ τυχών. Ψ. ριζ´ (117).
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ
Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου.
Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον,
ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα
καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος
β´.
(Ἐὰν εἰσοδεύουν
πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).
Δεῦτε προσκυνήσωμεν
καὶ προσπέσωμεν Χριστῷ. Σῶσον
ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς
σοι, Ἀλληλούϊα.
* * *
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
(ψάλλεται ὑπὸ τῶν ἱερέων,
ἐὰν τελεῖται συλλείτουργον)
Τὸ Ἀπολυτίκιον τῶν Ἁγίων.
Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον τοῦ Γενεσίου τῆς ὑπερ. Θεοτόκου.
(Ψάλλεται ἀπὸ κδ´ Αὐγούστου
ἕως ιβ´ Σεπτεμβρίου πλὴν τῆς λα´ Αὐγούστου καὶ τῆς α´ καὶ ζ´ Σεπτεμβρίου).
Ἦχος δ´. Αὐτόμελον.
Ἰωακεὶμ καὶ Ἄννα * ὀνειδισμοῦ ἀτεκνίας, * καὶ Ἀδὰμ καὶ Εὔα *
ἐκ τῆς φθορᾶς τοῦ θανάτου * ἠλευθερώθησαν,
ἄχραντε, * ἐν τῇ ἁγίᾳ γεννήσει σου· * αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, * ἐνοχῆς τῶν πταισμάτων * λυτρωθεὶς ἐν τῷ κράζειν σοι· * Ἡ στεῖρα τίκτει *
τὴν Θεοτόκον * καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
ΑΠΟΣΤΟΛΟΣ
Κυριακῆς ΙΒ´ ἑβδομάδος ἐπιστολῶν.
Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου.
Προκείμενον. Ἦχος γ´. (Ψαλμὸς μστ´).
Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε
χεῖρας.
Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(ιε´ 1-11)
Ἀδελφοί, γνωρίζω ὑμῖν
τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε,
δι᾿ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς
εἰ μὴ εἰκῇ ἐπιστεύσατε. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον,
ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι
ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ ὅτι ὤφθη
Κηφᾷ, εἶτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ,
ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· ἔπειτα
ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων ὡσπερεὶ
τῷ ἐκτρώματι ὤφθη κἀμοί. Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς
οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν
τοῦ Θεοῦ· χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ
κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ
δέ, ἀλλ᾿ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτω
κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
Ἀλληλούϊα (γ´). Ἦχος γ´. (Ψαλμὸς
λ´).
Στίχ. Ἐπὶ σοί, Κύριε, ἤλπισα,
μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν.
* * *
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς ΙΒ´ Ματθαίου
Ἐκ τοῦ κατὰ Ματθαῖον (ιθ´ 16-26).
Τῷ καιρῷ ἐκείνῳ, νεανίσκος
τις προσῆλθε τῷ Ἰησοῦ γονυπετῶν αὐτῷ καὶ λέγων· Διδάσκαλε ἀγαθέ,
τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; Ὁ δὲ εἶπεν αὐτῷ· Τί με λέγεις
ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν
ζωήν, τήρησον τὰς ἐντολάς. Λέγει αὐτῷ· Ποίας; Ὁ δὲ Ἰησοῦς εἶπε· Τὸ οὐ
φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν
πατέρα καὶ τὴν μητέρα, καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Λέγει
αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ;
Ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα
καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει
μοι. Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων
κτήματα πολλά. Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν
ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος
διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ἀκούσαντες
δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται
σωθῆναι; Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν
ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Καὶ γίνεται τὸ
κήρυγμα τοῦ θείου λόγου.
* * *
Καὶ καθεξῆς ἡ
Θεία Λειτουργία
τοῦ Ἱεροῦ Χρυσοστόμου.
Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…
Ἄξιόν ἐστιν ὡς ἀληθῶς
* μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν *
ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως
* Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, *
σὲ μεγαλύνομεν.
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.
Ἀλληλούϊα.
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν,
* ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…
Ἦχος β´.
Πληρωθήτω τὸ στόμα ἡμῶν
* αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς *
τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· *
τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην
τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην
σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη
τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ
τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ἀπόλυσις· Ὁ ἀναστὰς
ἐκ νεκρῶν...
Δι᾿ εὐχῶν... Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου